Ancient Greek
102.1 to 102.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 102.1-2
Not analysed yet
τούτων δὲ κυρωθέντων, καὶ μελλόντων αὐτῶν ὑπὸ τῶν δημοσίων ἐπὶ τὸν θάνατον ἄγεσθαι, Διομέδων εἷς τῶν στρατηγῶν παρῆλθεν εἰς τὸ μέσον, ἀνὴρ καὶ τὰ περὶ τὸν πόλεμον ἔμπρακτος καὶ δικαιοσύνῃ τε καὶ ταῖς ἄλλαις ἀρεταῖς δοκῶν διαφέρειν. σιωπησάντων δὲ πάντων εἶπεν· ἄνδρες Ἀθηναῖοι, τὰ μὲν περὶ ἡμῶν κυρωθέντα συνενέγκαι τῇ πόλει· τὰς δὲ ὑπὲρ τῆς νίκης εὐχὰς ἐπειδήπερ ἡ τύχη κεκώλυκεν ἡμᾶς ἀποδοῦναι, καλῶς ἔχον ὑμᾶς φροντίσαι, καὶ τῷ Διὶ τῷ σωτῆρι καὶ Ἀπόλλωνι καὶ ταῖς σεμναῖς θεαῖς ἀπόδοτε· τούτοις γὰρ εὐξάμενοι τοὺς πολεμίους κατεναυμαχήσαμεν.