Ancient Greek · ~3 min
103.3 to 103.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 103.3-5
Not analysed yet
τὰ μὲν οὖν κατὰ τοῦτον τὸν ἐνιαυτὸν πραχθέντα σχεδὸν ταῦτʼ ἐστίν. τῶν δὲ συγγραφέων Φίλιστος τὴν πρώτην σύνταξιν τῶν Σικελικῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, εἰς τὴν Ἀκράγαντος ἅλωσιν, ἐν βύβλοις ἑπτὰ διελθὼν χρόνον ἐτῶν πλείω τῶν ὀκτακοσίων, τῆς δὲ δευτέρας συντάξεως τὴν μὲν ἀρχὴν ἀπὸ τῆς τῆς προτέρας τελευτῆς πεποίηται, γέγραφε δὲ βύβλους τέσσαρας. περὶ δὲ τὸν αὐτὸν χρόνον ἐτελεύτησε Σοφοκλῆς ὁ Σοφίλου, ποιητὴς τραγῳδιῶν, ἔτη βιώσας ἐνενήκοντα, νίκας δʼ ἔχων ὀκτωκαίδεκα. φασὶ δὲ τὸν ἄνδρα τοῦτον τὴν ἐσχάτην τραγῳδίαν εἰσαγαγόντα καὶ νικήσαντα χαρᾷ περιπεσεῖν ἀνυπερβλήτῳ, διʼ ἣν καὶ τελευτῆσαι. Ἀπολλόδωρος δʼ ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενός φησι καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι· τινὲς δὲ λέγουσι παρʼ Ἀρχελάῳ τῷ βασιλεῖ Μακεδόνων κατὰ τὴν χώραν ἐξελθόντα κυσὶ περιπεσεῖν καὶ διασπασθῆναι μικρῷ πρόσθεν τούτων τῶν χρόνων.