Ancient Greek
11.4 to 11.6
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 11.4-3-6
Not analysed yet
τοὺς δὲ καταλαβόντας αὐτὸν τῆς Φρυγίας ἔν τινι κώμῃ κατεσκηνωκότα νυκτὸς περιθεῖναι ξύλων πλῆθος· ἀναφθέντος οὖν πολλοῦ πυρὸς τὸν Ἀλκιβιάδην ἐπιχειρῆσαι μὲν ἀμύνεσθαι, κρατηθέντα δὲ ὑπὸ τοῦ πυρὸς καὶ τῶν εἰς αὐτὸν ἀκοντιζόντων τελευτῆσαι. περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Δημόκριτος ὁ φιλόσοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα. Λασθένην δὲ τὸν Θηβαῖον τὸν νενικηκότα ταύτην τὴν Ὀλυμπιάδα λέγεται πρὸς ἵππον ἀθλητὴν δραμόντα νικῆσαι· τὸν δὲ δρόμον ἀπὸ τῆς Κορωνείας μέχρι τῆς Θηβαίων πόλεως γενέσθαι. κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίων φρουρούντων Ἔρρουκαν πόλιν Οὐόλσκων ἐπελθόντες οἱ πολέμιοι τῆς τε πόλεως ἐκράτησαν καὶ τῶν φρουρῶν τοὺς πλείστους ἀνεῖλαν.