Ancient Greek
112.4 to 112.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 112.4-2-5
Not analysed yet
ὁ δὲ Διονύσιος εὐλαβηθείς, μή τινες τῶν στρατιωτῶν ἀποτολμήσωσιν ἐξαρπάζειν τὸν Φύτωνα, παυσάμενος τῆς τιμωρίας κατεπόντισε τὸν ἀτυχῆ μετὰ τῆς συγγενείας. οὗτος μὲν οὖν ἀναξίως τῆς ἀρετῆς ἐκνόμοις περιέπεσε τιμωρίαις, καὶ πολλοὺς ἔσχε καὶ τότε τῶν Ἑλλήνων τοὺς ἀλγήσαντας τὴν συμφορὰν καὶ μετὰ ταῦτα ποιητὰς τοὺς θρηνήσαντας τὸ τῆς περιπετείας ἐλεεινόν.