Ancient Greek · ~2 min
117.8 to 117.9
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 117.8-9
Not analysed yet
Καλλισθένης δʼ ὁ ἱστοριογράφος ἀπὸ τῆς κατὰ τοῦτον τὸν ἐνιαυτὸν γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς Ἀρταξέρξην τὸν τῶν Περσῶν βασιλέα τὴν ἱστορίαν ἦρκται γράφειν· διελθὼν δὲ τριακονταετῆ χρόνον ἔγραψε μὲν βύβλους δέκα, τὴν δὲ τελευταίαν κατέπαυσε τῆς συντάξεως εἰς τὴν ὑπὸ τοῦ Φιλομήλου τοῦ Φωκέως κατάληψιν τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἡμεῖς δʼ ἐπεὶ πάρεσμεν ἐπὶ τὴν γενομένην τοῖς Ἕλλησιν εἰρήνην πρὸς Ἀρταξέρξην καὶ τὸν τῆς Ῥώμης ὑπὸ Γαλατῶν κίνδυνον, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τοῦτο τέλος ποιησόμεθα τῆσδε τῆς βύβλου.