Ancient Greek
12.3 to 12.6
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 12.3-3-6
Not analysed yet
τῶν δὲ εἰς τὸ συμβούλιον παρειλημμένων οἱ μὲν τῷ Δημοσθένει συγκατέθεντο περὶ τῆς ἀναγωγῆς, οἱ δὲ τῷ Νικίᾳ τὴν αὐτὴν γνώμην ἀπεφαίνοντο· διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφʼ ἡσυχίας ἔμενον. τοῖς δὲ Συρακοσίοις παραγενομένης συμμαχίας παρά τε Σικελῶν καὶ Σελινουντίων, ἔτι δὲ Γελῴων, πρὸς δὲ τούτοις Ἱμεραίων καὶ Καμαριναίων, οἱ μὲν Συρακόσιοι μᾶλλον ἐθάρρουν, οἱ δʼ Ἀθηναῖοι περιδεεῖς ἐγίνοντο. τῆς δὲ νόσου μεγάλην ἐπίτασιν λαμβανούσης πολλοὶ τῶν στρατιωτῶν ἀπέθνησκον, καὶ πάντες μετεμέλοντο διὰ τὸ μὴ πάλαι τὸν ἀπόπλουν πεποιῆσθαι. διὸ καὶ τοῦ πλήθους θορυβοῦντος, καὶ τῶν ἄλλων πάντων ἐπὶ τὰς ναῦς ὁρμώντων, ὁ Νικίας ἠναγκάσθη συγχωρῆσαι περὶ τῆς εἰς οἶκον ἀναγωγῆς. ὁμογνωμόνων δὲ ὄντων τῶν στρατηγῶν, οἱ στρατιῶται τὰ σκεύη ἐνετίθεντο καὶ τὰς τριήρεις πληρώσαντες ᾖρον τὰς κεραίας· καὶ παρήγγειλαν οἱ στρατηγοὶ τοῖς πλήθεσιν, ὅταν σημήνῃ, μηδένα τῶν κατὰ τὸ στρατόπεδον ὑστερεῖν, ὡς ἀπολειφθησόμενον τὸν βραδύνοντα. μελλόντων δʼ αὐτῶν τῇ ὑστεραίᾳ πλεῖν, ἐξέλιπεν ἡ σελήνη τῆς ἐπιούσης νυκτός. διόπερ ὁ Νικίας, καὶ φύσει δεισιδαίμων ὑπάρχων καὶ διὰ τὴν ἐν τῷ στρατοπέδῳ νόσον εὐλαβῶς διακείμενος, συνεκάλεσε τοὺς μάντεις. τούτων δʼ ἀποφηναμένων ἀναγκαῖον εἶναι τὰς εἰθισμένας τρεῖς ἡμέρας ἀναβαλέσθαι τὸν ἔκπλουν, ἠναγκάσθησαν καὶ οἱ περὶ τὸν Δημοσθένην συγκαταθέσθαι διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν.