Ancient Greek · ~1 min
Book XII, Chapter 12
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 12.4-2
Not analysed yet
ἔγραψε δὲ καὶ ἕτερον νόμον πολὺ τούτου κρείττονα καὶ τοῖς παλαιοτέροις αὐτοῦ νομοθέταις ἠμελημένον· ἐνομοθέτησε γὰρ τῶν πολιτῶν τοὺς υἱεῖς ἅπαντας μανθάνειν γράμματα, χορηγούσης τῆς πόλεως τοὺς μισθοὺς τοῖς διδασκάλοις. ὑπέλαβε γὰρ τοὺς ἀπόρους τοῖς βίοις, ἰδίᾳ μὴ δυναμένους διδόναι μισθούς, ἀποστερήσεσθαι τῶν καλλίστων ἐπιτηδευμάτων.