Ancient Greek
13.3 to 13.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 13.3-5
Not analysed yet
μετὰ δὲ ταῦτα οἱ Ἕλληνες ἀκούσαντες τὰ περὶ Θερμοπύλας γενόμενα, πυθόμενοι δὲ καὶ τοὺς Πέρσας πεζῇ προάγειν ἐπὶ τὰς Ἀθήνας, ἠθύμησαν· διόπερ ἀποπλεύσαντες εἰς Σαλαμῖνα διέτριβον ἐνταῦθα. οἱ δʼ Ἀθηναῖοι θεωροῦντες πανδημεὶ κινδυνεύοντας τοὺς ἐν ταῖς Ἀθήναις, τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων χρησίμων ὅσα δυνατὸν ἦν εἰς τὰς ναῦς ἐνθέντες διεκόμισαν εἰς Σαλαμῖνα. ὁ δὲ τῶν Περσῶν ναύαρχος πυθόμενος τὸν τῶν πολεμίων ἀπόπλουν, κατῆρεν εἰς τὴν Εὔβοιαν μετὰ παντὸς τοῦ στόλου, καὶ τὴν τῶν Ἱστιαιέων πόλιν βίᾳ χειρωσάμενος καὶ διαρπάσας τὴν χώραν αὐτῶν ἐδῄωσεν.