Ancient Greek
Book XII, Chapter 14
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 14.1-2
Not analysed yet
ἀμφότερα δὲ τὰ προειρημένα πολλοὶ τῶν ποιητῶν διʼ ἐμμέτρου ποιήματος μεμαρτυρήκασι· τὴν μὲν κακομιλίαν ἐν τοῖσδε, ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐπώποτʼ ἠρώτησα, γινώσκων ὅτι τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών· Eur. fr. 812 (Nauck)τὸν δὲ περὶ τῆς μητρυιᾶς τεθέντα νόμον ἐν τούτοις, τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι νομοθεσίᾳ τά τʼ ἄλλα καὶ ταυτὶ λέγειν· ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων μήτʼ εὐδοκιμείτω μήτε μετεχέτω λόγου παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακὸν κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος. εἴτʼ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον, εὐημερῶν κατάπαυσον, εἴτʼ οὐκ ἐπέτυχες, μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν. anon. fr. 110 (Kock)ταῖς γὰρ ἀληθείαις ὁ δὶς ἐν τοῖς αὐτοῖς πράγμασιν ἁμαρτάνων ἄφρων ἂν δικαίως νομισθείη.