Ancient Greek · ~5 min
15.2 to 15.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 15.2-2-5
Not analysed yet
καὶ τοὺς μὲν τέκνων ὄντας πατέρας τῶν υἱῶν ὑπομιμνήσκων, τοὺς δʼ ἐνδόξων γεγονότας πατέρων παρακαλῶν τὰς τῶν προγόνων ἀρετὰς μὴ καταισχῦναι, τοὺς δʼ ὑπὸ τοῦ δήμου τετιμημένους προτρεπόμενος ἀξίους φανῆναι τῶν στεφάνων, ἅπαντας δʼ ἀναμνησθέντας τῶν ἐν Σαλαμῖνι τροπαίων ἠξίου μὴ καταρρῖψαι τῆς πατρίδος τὴν περιβόητον δόξαν, μηδὲ αὑτοὺς ἀνδραπόδων τρόπον παραδοῦναι τοῖς Συρακοσίοις. ὁ μὲν οὖν Νικίας τοιούτοις χρησάμενος λόγοις πάλιν ἐπὶ τὴν ἰδίαν τάξιν ἐπανῆλθεν· οἱ δʼ ἐν ταῖς ναυσὶ παιανίσαντες ἔπλεον, καὶ φθάσαντες τοὺς πολεμίους διέλυον τὸ ζεῦγμα. οἱ δὲ Συρακόσιοι ταχέως ἐπαναχθέντες συνετάττοντο ταῖς τριήρεσι, καὶ συμπλεκόμενοι τοῖς ἐναντίοις ἠνάγκασαν αὐτοὺς ἐπιστρέφειν ἀπὸ τοῦ ζεύγματος καὶ διαμάχεσθαι. ποιουμένων δὲ τὰς ἀνακρούσεις τῶν μὲν ἐπὶ τὸν αἰγιαλόν, τῶν δʼ εἰς μέσον τὸν λιμένα, τινῶν δὲ πρὸς τὰ τείχη, ταχέως ἀπʼ ἀλλήλων διεσπάσθησαν αἱ τριήρεις ἅπασαι, καὶ χωρισθέντων ἀπὸ τῶν κλείθρων πλήρης ἦν ὁ λιμὴν τῶν κατʼ ὀλίγους ναυμαχούντων. ἔνθα δὴ παραβόλως ἀμφοτέρων περὶ τῆς νίκης ἀγωνιζομένων, οἱ μὲν Ἀθηναῖοι τῷ τε πλήθει τῶν νεῶν θαρροῦντες καὶ σωτηρίαν ἄλλην οὐχ ὁρῶντες θρασέως ἐκινδύνευον καὶ τὸν ἐν τῇ μάχῃ θάνατον εὐγενῶς ὑπέμενον· οἱ δὲ Συρακόσιοι θεατὰς τῶν ἀγώνων ἔχοντες γονεῖς καὶ παῖδας ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου βουλομένου διʼ ἑαυτοῦ τὴν νίκην περιγενέσθαι τῇ πατρίδι.