Ancient Greek · ~3 min
16.3 to 16.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 16.3-2-5
Not analysed yet
διὰ δὲ τῆς ἀποτομίας τῶν νόμων διέσωσε τοὺς νόμους ὁ νομοθέτης. προσέταξε γὰρ ἐκ παντὸς τρόπου πείθεσθαι τῷ νόμῳ, κἂν ᾖ παντελῶς κακῶς γεγραμμένος· διορθοῦν δὲ συνεχώρησε τὸν χρείαν ἔχοντα διορθώσεως. τὸ μὲν γὰρ ἡττᾶσθαι ὑπὸ νομοθέτου καλὸν εἶναι ὑπελάμβανε, τὸ δὲ ὑπὸ ἰδιώτου παντελῶς ἄτοπον, καὶ εἰ ἐπὶ τῷ συμφέροντι γίνεται. καὶ μάλιστα διὰ τοῦ τοιούτου τρόπου τοὺς ἐν τοῖς δικαστηρίοις τῶν παρανενομηκότων προφάσεις καὶ διανοίας ἀντὶ τῶν ῥητῶν εἰσάγοντας ἐκώλυσε ταῖς ἰδίαις εὑρησιλογίαις καταλύειν τὴν τῶν νόμων ὑπεροχήν· διὸ καί τινας τῶν τοιαύτας κατηγορίας πεποιημένων πρὸς τοὺς δικαστὰς τοὺς δικάζοντας περὶ τῆς τῶν παρανενομηκότων τιμωρίας εἰπεῖν ὅτι σώζειν ἀναγκαῖον ἢ τὸν νόμον ἢ τὸν ἄνδρα.