Ancient Greek · ~3 min
17.2 to 17.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 17.2-2-5
Not analysed yet
τοιαῦτα δὲ τῶν ἀπὸ τῆς γῆς στρατιωτῶν ὀνειδιζόντων τοῖς προσπλέουσιν, οἱ πρὸς τοὺς αἰγιαλοὺς ἀποφεύγοντες πάλιν ἀνέστρεφον, καίπερ συντετριμμένας ἔχοντες τὰς ναῦς καὶ ὑπὸ τῶν τραυμάτων καταβαρούμενοι. τῶν δὲ παρὰ τὴν πόλιν κινδυνευόντων Ἀθηναίων ἐκβιασθέντων καὶ πρὸς φυγὴν ὁρμησάντων, οἱ προσεχεῖς ἀεὶ τῶν Ἀθηναίων ἐνέκλινον, καὶ κατʼ ὀλίγον ἅπαντες ἐτράπησαν. οἱ μὲν οὖν Συρακόσιοι μετὰ πολλῆς κραυγῆς κατεδίωκον τὰς ναῦς ἐπὶ τὴν γῆν· τῶν δὲ Ἀθηναίων ὅσοι μὴ μετέωροι διεφθάρησαν, ἐπεὶ πρὸς τὰ βράχη προσηνέχθησαν, ἐκπηδῶντες ἐκ τῶν νεῶν εἰς τὸ πεζὸν στρατόπεδον ἔφευγον. ὁ δὲ λιμὴν πλήρης ἦν ὅπλων τε καὶ ναυαγίων, ὡς ἂν Ἀττικῶν μὲν νεῶν ἀπολομένων ἑξήκοντα, παρὰ δὲ τῶν Συρακοσίων ὀκτὼ μὲν τελέως διεφθαρμένων, ἑκκαίδεκα δὲ συντετριμμένων. οἱ δὲ Συρακόσιοι τῶν τε τριήρων ὅσας δυνατὸν ἦν εἷλκον ἐπὶ τὴν γῆν, καὶ τοὺς τετελευτηκότας πολίτας τε καὶ συμμάχους ἀνελόμενοι δημοσίας ταφῆς ἠξίωσαν.