Ancient Greek · ~2 min
Book XV, Chapter 18
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 18.1-4
Not analysed yet
κατὰ δὲ τὴν Ἀσίαν Γλῶς ὁ ναυαρχήσας τῶν Περσῶν ἐν τῷ Κυπριακῷ πολέμῳ, ἀποστάτης ὢν τοῦ βασιλέως καὶ τούς τε Λακεδαιμονίους καὶ τὸν Αἰγυπτίων βασιλέα παρακεκληκὼς εἰς τὸν πρὸς Πέρσας πόλεμον, δολοφονηθεὶς ὑπό τινων οὐ συνετέλεσε τὴν προαίρεσιν. μετὰ δὲ τὴν τούτου τελευτὴν Ταχὼς διαδεξάμενος τὰς τούτου πράξεις συνεστήσατο περὶ αὑτὸν δύναμιν, καὶ πόλιν ἔκτισε πλησίον τῆς θαλάσσης ἐπί τινος κρημνοῦ τὴν ὀνομαζομένην Λεύκην, ἔχουσαν ἱερὸν ἅγιον Ἀπόλλωνος.