Ancient Greek · ~2 min
18.2 to 18.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 18.2-2-3
Not analysed yet
εὐστοχήσας δʼ ἐν τῇ συμβουλίᾳ καὶ ἀκυρώσας τὸν πρότερον νόμον διέφυγε τὸν ἐκ τοῦ βρόχου κίνδυνον· τῆς δὲ γυναικὸς κωλυθείσης νεωτέρῳ συνοικῆσαι, πάλιν ἔγημε τὸν ἀπολυθέντα. τρίτος δὲ νόμος διωρθώθη ὁ περὶ τῶν ἐπικλήρων, ὁ καὶ παρὰ Σόλωνι κείμενος. ἐκέλευε γὰρ τῇ ἐπικλήρῳ ἐπιδικάζεσθαι τὸν ἔγγιστα γένους, ὡσαύτως δὲ καὶ τὴν ἐπίκληρον ἐπιδικάζεσθαι τῷ ἀγχιστεῖ, ᾧ ἦν ἀνάγκη συνοικεῖν ἢ πεντακοσίας ἐκτῖσαι δραχμὰς εἰς προικὸς λόγον τῇ πενιχρᾷ ἐπικλήρῳ.