# Βιβλιοθήκη Ἱστορική (Books 11-17) 19.1-2-3

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), 19.1 to 19.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-siculus/books-11-17/19.1-2

οἱ δὲ Συρακόσιοι πεντήκοντα μὲν τὰς καταλειφθείσας ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν, ἐκβιβάσαντες δʼ ἐκ τῶν τριήρων ἅπαντας καὶ καθοπλίσαντες, μετὰ πάσης τῆς δυνάμεως ἠκολούθουν τοῖς Ἀθηναίοις, ἐξαπτόμενοι καὶ βαδίζειν εἰς τοὔμπροσθεν διακωλύοντες. ἐπὶ τρεῖς δʼ ἡμέρας ἐπακολουθοῦντες καὶ πανταχόθεν περιλαμβάνοντες ἀπεῖργον εὐθυπορεῖν πρὸστὴν σύμμαχον Κατάνην, παλινοδίαν δὲ καταναγκάσαντες ποιήσασθαι διὰ τοῦ Ἐλωρίου πεδίου, πρὸς τῷ Ἀσινάρῳ ποταμῷ περικυκλώσαντες ἀπέκτειναν μὲν μυρίους ὀκτακισχιλίους, ἐζώγρησαν δὲ ἑπτακισχιλίους, ἐν οἷς καὶ τοὺς στρατηγοὺς Δημοσθένην καὶ Νικίαν· οἱ δὲ λοιποὶ διηρπάσθησαν ὑπὸ τῶν στρατιωτῶν. οἱ γὰρ Ἀθηναῖοι πάντοθεν ἀποκλειομένης τῆς σωτηρίας ἠναγκάσθησαν τὰ ὅπλα καὶ ἑαυτοὺς παραδοῦναι τοῖς πολεμίοις. τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι στήσαντες δύο τρόπαια, καὶ τὰ τῶν στρατηγῶν ὅπλα πρὸς ἑκάτερον προσηλώσαντες, ἀνέστρεψαν εἰς τὴν πόλιν.

---

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), ed. C. H. Oldfather, Charles L. Sherman, C. Bradford Welles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0060.tlg001.local001/.
