Ancient Greek · ~5 min
19.1 to 19.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 19.1-3-5
Not analysed yet
τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἐξαίνετος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν παρέλαβον χιλίαρχοι ἕξ, Πόπλιος Κορνήλιος, Καίσων Φάβιος, Σπόριος Ναύτιος, Γάιος Οὐαλέριος, Μάνιος Σέργιος. περὶ δὲ τούτους τοὺς χρόνους Κῦρος ὁ τῶν ἐπὶ θαλάττης σατραπειῶν ἡγούμενος διενοεῖτο μὲν πάλαι στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· ἦν γὰρ ὁ νεανίσκος φρονήματος πλήρης καὶ προθυμίαν ἔχων οὐκ ἄπρακτον εἰς τοὺς κατὰ πόλεμον ἀγῶνας. ἐπεὶ δʼ αὐτῷ μισθοφόρων πλῆθος ἱκανὸν συνῆκτο καὶ τὰ πρὸς τὴν στρατείαν εὐτρέπιστο, τοῖς μὲν πλήθεσιν οὐκ ἐδήλου τἀληθές, ἔφασκε δʼ εἰς Κιλικίαν ἀνάγειν τὴν δύναμιν ἐπὶ τοὺς ἀφεστηκότας τοῦ βασιλέως τυράννους. ἀπέστειλε δὲ καὶ πρὸς Λακεδαιμονίουσπρεσβευτὰς τοὺς ἀνανεωσομένους τὰς κατὰ τὸν πρὸς Ἀθηναίους πόλεμον εὐεργεσίας καὶ παρακαλέσοντας ἑαυτῷ συμμαχεῖν. οἱ δὲ Λακεδαιμόνιοι, νομίσαντες αὑτοῖς συνοίσειν τὸν πόλεμον, ἔγνωσαν τῷ Κύρῳ βοηθεῖν, καὶ παραχρῆμα ἐξέπεμψαν πρεσβευτὰς πρὸς τὸν ἑαυτῶν ναύαρχον Σάμον ὀνομαζόμενον, ὅπως ὅ,τι ἂν κελεύῃ ὁ Κῦρος πράττῃ. ὁ δὲ Σάμος εἶχε μὲν τριήρεις εἴκοσι καὶ πέντε, μεθʼ ὧν πλεύσας εἰς Ἔφεσον πρὸς τὸν Κύρου ναύαρχον ἕτοιμος ἦν αὐτῷ πάντα συμπράττειν. ἐξέπεμψαν δὲ καὶ πεζοὺς στρατιώτας ὀκτακοσίους, ἡγεμόνα Χειρίσοφον καταστήσαντες. ἀφηγεῖτο δὲ τοῦ βαρβαρικοῦ στόλου Ταμώς, ἔχων τριήρεις πεντήκοντα πολυτελῶς ἐξηρτυμένας· καὶ καταπλευσάντων τῶν Λακεδαιμονίων ἀνήχθησαν οἱ στόλοι τὸν πλοῦν ὡς ἐπὶ Κιλικίας ποιούμενοι.