Ancient Greek · ~3 min
19.7 to 19.9
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 19.7-9
Not analysed yet
εἶχε δὲ τοὺς ἅπαντας ἀπὸ μὲν τῆς Ἀσίας ἑπτακισμυρίους, ὧν ἦσαν ἱππεῖς τρισχίλιοι, ἀπὸ δὲ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος μισθοφόρους μυρίους τρισχιλίους. ἡγεῖτο δὲ τῶν μὲν ἀπὸ Πελοποννήσου χωρὶς Ἀχαιῶν Κλέαρχος ὁ Λακεδαιμόνιος, τῶν δʼ ἀπὸ Βοιωτίας Πρόξενος Θηβαῖος, τῶν δʼ Ἀχαιῶν Σωκράτης Ἀχαιός, τῶν δʼ ἀπὸ Θεσσαλίας Μένων ὁ Λαρισσαῖος. τῶν δὲ βαρβάρων τὰς μὲν κατὰ λεπτὸν ἡγεμονίας εἶχον Πέρσαι, τῶν δὲ συμπάντων αὐτὸς ἡγεῖτο Κῦρος, ὃς τοῖς μὲν ἡγεμόσιν ἐδεδηλώκει τὴν ἐπὶ τὸν ἀδελφὸν ἀνάβασιν, τὸ δὲ πλῆθος ἔκρυπτεν, εὐλαβούμενος μήποτε διὰ τὸ μέγεθος τῆς στρατείας ἐγκαταλίπῃ τὴν ἑαυτοῦ προαίρεσιν. διὸ καὶ κατὰ τὴν ὁδοιπορίαν προορώμενος τὸ μέλλον ἐξεθεράπευσε τοὺς στρατιώτας, κοινὸν ἑαυτὸν παρεχόμενος καὶ δαψιλεῖς ἀγορὰς ἑτοιμάζων.