Ancient Greek · ~2 min
Book XV, Chapter 2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 2.4
Not analysed yet
ἐκυρίευε δὲ κατὰ μὲν τὴν Κύπρον τῶν πόλεων σχεδόν τι πασῶν, κατὰ δὲ τὴν Φοινίκην Τύρου καί τινων ἑτέρων. εἶχε δὲ τριήρεις μὲν ἐνενήκοντα, καὶ τούτων ὑπῆρχον Τύριαι μὲν εἴκοσι, Κύπριαι δʼ ἑβδομήκοντα, στρατιώτας δʼ ἰδίους μὲν ἑξακισχιλίους, παρὰ δὲ τῶν συμμάχων πολλῷ τούτων πλείους. πρὸς δὲ τούτοις μισθοφόρους πολλοὺς ἐξενολόγει, ἔχων χρημάτων δαψίλειαν. ἔπεμψε δʼ αὐτῷ καὶ ὁ τῶν Ἀράβων βασιλεὺς στρατιώτας οὐκ ὀλίγους καὶ ἄλλοι τινὲς οἱ ἐν ὑποψίαις ὄντες τῷ τῶν Περσῶν βασιλεῖ.