Ancient Greek
22.6 to 22.7
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 22.6-7
Not analysed yet
αὐτὸς δὲ ὁ Κῦρος ἐτέτακτο κατὰ μέσην τὴν φάλαγγα τοὺς κρατίστους ἔχων Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων ὡς μυρίους· προηγοῦντο δʼ αὐτῷ τῶν ἱππέων οἱ κάλλιστα διεσκευασμένοι χίλιοι, θώρακας ἔχοντες καὶ μαχαίρας Ἑλληνικάς. Ἀρταξέρξης δὲ πρὸ μὲν τῆς φάλαγγος πάσης ἔστησεν ἅρματα δρεπανηφόρα τὸν ἀριθμὸν οὐκ ὀλίγα· καὶ τῶν μὲν κεράτων Πέρσας ἡγεμόνας κατέστησε, κατὰ δὲ τὸ μέσον αὐτὸς ἐτάχθη τῶν ἐπιλέκτων ἔχων οὐκ ἐλάττους πεντακισμυρίων.