Ancient Greek · ~2 min
23.1 to 23.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 23.1-4-2
Not analysed yet
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Πυθέας, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι ἓξ κατεστάθησαν, Τίτος Κοΐνκτιος, Λεύκιος Σερουίλιος, Λεύκιος Ἰούλιος, Ἀκύλλιος, Λεύκιος Λοκρήτιος, Σερούιος Σουλπίκιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἑκατοστή, καθʼ ἣν ἐνίκα στάδιον Διονυσόδωρος Ταραντῖνος. ἐπὶ δὲ τούτων Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη δεκατέσσαρα· τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεόμβροτος ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη ἐννέα. Λακεδαιμόνιοι δὲ Πολυβιάδαν στρατηγὸν καταστήσαντες ἐξαπέστειλαν εἰς τὸν πρὸς Ὀλυνθίους πόλεμον.