Ancient Greek · ~4 min
23.2 to 23.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 23.2-2-5
Not analysed yet
ἐπεὶ δʼ ἤγγισαν οἱ μετὰ Κύρου τῷ τοῦ βασιλέως στρατοπέδῳ, τοσοῦτʼ ἐπʼ αὐτοὺς ἐρρίφη βελῶν πλῆθος, ὅσον εἰκός ἐστιν ἐκ δυνάμεως ἐνεχθῆναι συνεστώσης ἐκ μυριάδων τετταράκοντα. οὐ μὴν ἀλλὰ βραχὺν χρόνον παντελῶς τοῖς παλτοῖς διαγωνισάμενοι, τὸ λοιπὸν ἐκ χειρὸς ἤδη τὴν μάχην συνίσταντο. Λακεδαιμόνιοι δὲ μετὰ τῶν ἄλλων μισθοφόρων εὐθὺς ἐκ τῆς πρώτης συστάσεως ἐξέπληξαν τοὺς ἀντιτεταγμένους βαρβάρους τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ ταῖς εὐχειρίαις. ἐκεῖνοι μὲν γὰρ ἦσαν ὅπλοις τε μικροῖς ἐσκεπασμένοι καὶ τὰ πολλὰ τῶν ταγμάτων ἔχοντες ψιλικά, πρὸς δὲ τούτοις ἄπειροι τῶν κατὰ πόλεμον κινδύνων· οἱ δʼ Ἕλληνες διὰ τὸ μῆκος τοῦ Πελοποννησιακοῦ πολέμου κατὰ τὸ συνεχὲς ἐν μάχαις γεγενημένοι πολὺ ταῖς ἐμπειρίαις διέφερον. διόπερ εὐθὺ τρεψάμενοι τοὺς καθʼ αὑτοὺς ἐδίωκον, καὶ πολλοὺς τῶν βαρβάρων ἀνῄρουν. κατὰ δὲ μέσην τὴν τάξιν ἔτυχε μὲν ἀμφοτέρους τοὺς ὑπὲρ τῆς βασιλείας ἀγωνιζομένους ταχθῆναι· διὸ καὶ κατανοήσαντες τὸ γεγενημένον ὥρμησαν ἐπʼ ἀλλήλους, φιλοτιμούμενοι διʼ ἑαυτῶν κρῖναι τὴν μάχην· συνήγαγε γάρ, ὡς ἔοικεν, ἡ τύχη τὴν ὑπὲρ τῆς ἡγεμονίας τοῖς ἀδελφοῖς ἔριν εἰς μονομαχίαν καθάπερ εἰς ἀπομίμημα τῆς παλαιᾶς ἐκείνης καὶ τραγῳδουμένης τῆς περὶ τὸν Ἐτεοκλέα καὶ Πολυνείκην τόλμης.