Ancient Greek · ~2 min
23.4 to 23.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 23.4-5
Not analysed yet
διόπερ εἰ τὸν πρὸς τοὺς ὑποπεπτωκότας ἔλεον ἀποκόψομεν, πικρὸν καθʼ ἑαυτῶν νόμον θήσομεν εἰς ἅπαντα τὸν αἰῶνα. οὐ γὰρ δυνατὸν τοὺς ἄλλοις ἀνημέρως χρησαμένους αὐτοὺς παρʼ ἑτέρων τυχεῖν ποτε φιλανθρωπίας, ἄλλους τε πράξαντας δεινὰ παθεῖν εὐγνώμονα, καὶ παρὰ τοὺς τῶν Ἑλλήνων ἐθισμοὺς τοσούτους ἄνδρας φονεύσαντας ἐν ταῖς τοῦ βίου μεταβολαῖς ἐπιβοᾶσθαι τὰ κοινὰ πάντων νόμιμα. τίς γὰρ Ἑλλήνων τοὺς παραδόντας ἑαυτοὺς καὶ τῇ τῶν κρατούντων εὐγνωμοσύνῃ πιστεύσαντας ἀπαραιτήτου τιμωρίας ἠξίωκεν, ἢ τίς ἧττον τοῦ μὲν ὠμοῦ τὸν ἔλεον, τῆς δὲ προπετείας τὴν εὐλάβειαν ἔσχηκεν;