Ancient Greek · ~1 min
Book XII, Chapter 25
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 25.1-2
Not analysed yet
ἅμα δʼ ἡμέρᾳ γνωσθείσης τῆς τῶν στρατιωτῶν μισοπονηρίας οἱ μὲν δέκα νομογράφοι βοηθοῦντες τῷ συνάρχοντι συνῆγον πολλοὺς τῶν νέων, ὡς διὰ τῶν ὅπλων κριθησόμενοι· μεγάλης δʼ ἐμπεσούσης φιλοτιμίας οἱ χαριέστατοι τῶν πολιτῶν, προορώμενοι τὸ μέγεθος τοῦ κινδύνου, διεπρεσβεύσαντο πρὸς ἀμφοτέρους περὶ συλλύσεως, καὶ μετὰ πολλῆς σπουδῆς ἐδέοντο λῆξαι τῆς στάσεως καὶ μὴ περιβαλεῖν τὴν πατρίδα μεγάλαις συμφοραῖς.