Ancient Greek
25.2 to 25.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 25.2-4-3
Not analysed yet
ῥηθέντων δὲ τούτων ἀπόκρισιν ἔδωκεν ἕκαστος τῶν στρατηγῶν τοιαύτην οἵαν Λεωνίδης, καθʼ ὃν καιρὸν περὶ Θερμοπύλας αὐτοῦ φυλάττοντος τὰς παρόδους Ξέρξης ἀπέστειλεν ἀγγέλους, κελεύων τῶν ὅπλων παραχωρῆσαι. καὶ γὰρ τότε Λεωνίδης εἶπεν ἀπαγγεῖλαι τῷ βασιλεῖ διότι νομίζομεν, κἂν φίλοι γενώμεθα τῷ Ξέρξῃ, μετὰ τῶν ὅπλων ὄντες ἀμείνους ἔσεσθαι σύμμαχοι, κἂν πολεμεῖν πρὸς αὐτὸν ἀναγκασθῶμεν, βέλτιον μετὰ τούτων ἀγωνιεῖσθαι.