Ancient Greek · ~2 min
25.7 to 25.8
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 25.7-8
Not analysed yet
—οἱ μὲν οὖν ἄγγελοι τοιαύτας ἀποκρίσεις λαβόντες ἐχωρίσθησαν· οἱ δὲ περὶ Κλέαρχον ἀνέζευξαν πρὸς τὸν σταθμόν, ὅπου τὸ διασεσωσμένον στρατόπεδον ἦν ἀνακεχωρηκός. εἰς ταὐτὸ δὲ πάσης τῆς δυνάμεως ἐλθούσης, περὶ τῆς ἐπὶ θάλατταν καταβάσεως ἐβουλεύοντο κοινῇ καὶ περὶ τῆς πορείας. ἔδοξεν οὖν αὐτοῖς μὴ τὴν αὐτὴν ἀναχώρησιν ᾗπερ ἦλθον ποιεῖσθαι· πολὺ γὰρ αὐτῆς ἦν ἔρημον, ἐν ᾧ τροφὰς οὐχ ὑπελάμβανον ἕξειν, δυνάμεως πολεμίας ἀκολουθούσης. γνόντες δʼ ἐπὶ Παφλαγονίας ἀναζευγνύειν, οὗτοι μὲν ὥρμησαν ἐπὶ Παφλαγονίαν μετὰ τῆς δυνάμεως, κατὰ σχολὴν ὁδοιποροῦντες, ὡς ἂν ἅμα τὰς τροφὰς ποριζόμενοι·