Ancient Greek · ~2 min
26.1 to 26.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 26.1-3-2
Not analysed yet
ναί, ἀλλά τινες τῶν Ἑλλήνων ἀπέσφαξαν τοὺς αἰχμαλώτους. τί οὖν; εἰ μὲν αὐτοῖς ἐκ ταύτης τῆς πράξεως ἔπαινοι τυγχάνουσι, μιμησώμεθα τοὺς τῆς δόξης πεφροντικότας· εἰ δὲ παρὰ πρώτων ἡμῶν τυγχάνουσι κατηγορίας, μηδὲ αὐτοὶ πράξωμεν τὰ αὐτὰ τοῖς ὁμολογουμένως ἡμαρτηκόσι. μέχρι μὲν γὰρ τοῦ μηδὲν ἀνήκεστον πεπονθέναι τοὺς εἰς τὴν ἡμετέραν πίστιν ἑαυτοὺς παραδόντας, ἅπαντες καταμέμψονται δικαίως τὸν Ἀθηναίων δῆμον· ἐὰν δὲ ἀκούσωσι παρὰ τὰ κοινὰ νόμιμα τοὺς αἰχμαλώτους παρεσπονδημένους, ἐφʼ ἡμᾶς μετοίσουσι τὴν κατηγορίαν. καὶ γὰρ εἴ τινων ἄλλων, Ἀθηναίων ἄξιόν ἐστιν ἐντραπῆναι μὲν τὸ τῆς πόλεως ἀξίωμα, χάριν δʼ αὐτοῖς ἀπομερίσαι τῶν εἰς ἄνθρωπον εὐεργετημάτων.