Ancient Greek · ~2 min
27.4 to 27.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 27.4-5
Not analysed yet
οἱ δὲ πάλιν Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους μετὰ νεῶν ἑξήκοντα. μετὰ δὲ ταῦθʼ ὁ μὲν Περικλῆς ναυμαχήσας πρὸς ἑβδομήκοντα τριήρεις ἐνίκησε τοὺς Σαμίους, μεταπεμψάμενος δὲ παρὰ Χίων καὶ Μυτιληναίων ναῦς εἴκοσι πέντε μετὰ τούτων ἐπολιόρκησε τὴν Σάμον. μετὰ δέ τινας ἡμέρας Περικλῆς μὲν καταλιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀνέζευξεν, ἀπαντήσων ταῖς Φοινίσσαις ναυσίν, ἃς οἱ Πέρσαι τοῖς Σαμίοις ἦσαν ἀπεσταλκότες.