Ancient Greek
29.1 to 29.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 29.1-3-3
Not analysed yet
ἐμμείναντες δὲ ταῖς κώμαις ἡμέρας ὀκτὼ παρεγενήθησαν πρὸς τὸν Φᾶσιν ποταμόν. ἐκεῖ δὲ τέτταρας ἡμέρας διανύσαντες διεπορεύοντο τὴν Χάων καὶ Φασιανῶν χώραν. ἐπιθεμένων δʼ αὐτοῖς τῶν ἐγχωρίων, τούτους μὲν ἐν τῇ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον, αὐτοὶ δὲ καταλαμβάνοντες τὰς τῶν ἐγχωρίων κτήσεις γεμούσας ἀγαθῶν ἐνδιέτριψαν ἐν αὐταῖς ἡμέρας πεντεκαίδεκα. ἀναζεύξαντες δʼ ἐκεῖθεν διῆλθον τὴν Χαλδαίων καλουμένων χώραν ἐν ἡμέραις ἑπτά, καὶ παρεγενήθησαν πρὸς τὸν Ἅρπαγον ὀνομαζόμενον ποταμόν, ὄντα τὸ πλάτος πλέθρων τεττάρων. ἐντεῦθεν δὲ διὰ τῆς Σκυτίνων πορευόμενοι διῆλθον ὁδὸν πεδινήν, ἐν ᾗ τρεῖς ἡμέρας αὑτοὺς ἀνέλαβον, εὐποροῦντες ἁπάντων τῶν ἀναγκαίων. μετὰ δὲ ταῦτʼ ἀναζεύξαντες τεταρταῖοι παρεγενήθησαν πρὸς πόλιν μεγάλην Γυμνασίαν ὀνομαζομένην. ἐκ δὲ ταύτης ὁ τῶν τόπων τούτων ἀφηγούμενος ἐσπείσατο πρὸς αὐτοὺς καὶ τοὺς ὁδηγήσοντας ἐπὶ θάλατταν συνέστησεν. ἐν ἡμέραις δὲ πεντεκαίδεκα παραγενόμενοι ἐπὶ τὸ Χήνιον ὄρος, ὡς εἶδον πορευόμενοι οἱ πρῶτοι τὴν θάλατταν, περιχαρεῖς ἦσαν καὶ τοιαύτην ἐποίουν κραυγήν, ὥστε τοὺς ἐπὶ τῆς οὐραγίας ὄντας ὑπολαμβάνοντας πολεμίων ἔφοδον εἶναι χωρεῖν εἰς ὅπλα.