Ancient Greek
3.1 to 3.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 3.1-4
Not analysed yet
χρήσιμον δὲ διορίσαι τῶν Ἑλλήνων τοὺς τὰ τῶν βαρβάρων ἑλομένους, ἵνα τυγχάνοντες ὀνείδους ἀποτρέπωσι ταῖς βλασφημίαις τοὺς προδότας ἂν γενομένους τῆς κοινῆς ἐλευθερίας. Αἰνιᾶνες μὲν οὖν καὶ Δόλοπες καὶ Μηλιεῖς καὶ Περραιβοὶ καὶ Μάγνητες μετὰ τῶν βαρβάρων ἐτάχθησαν, ἔτι παρούσης τῆς ἐν τοῖς Τέμπεσι φυλακῆς, Ἀχαιοὶ δὲ Φθιῶται καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Βοιωτοὶ οἱ πλείους τούτων ἀπελθόντων ἀπέκλιναν πρὸς τοὺς βαρβάρους. οἱ δʼ ἐν Ἰσθμῷ συνεδρεύοντες τῶν Ἑλλήνων ἐψηφίσαντο τοὺς μὲν ἐθελοντὶ τῶν Ἑλλήνων ἑλομένους τὰ Περσῶν δεκατεῦσαι τοῖς θεοῖς, ἐπὰν τῷ πολέμῳ κρατήσωσι, πρὸς δὲ τοὺς τὴν ἡσυχίαν ἔχοντας ἐκπέμψαι πρέσβεις τοὺς παρακαλέσοντας συναγωνίζεσθαι περὶ τῆς κοινῆς ἐλευθερίας. ὧν οἱ μὲν εἵλοντο γνησίως τὴν συμμαχίαν, οἱ δὲ παρῆγον ἐφʼ ἱκανὸν χρόνον, ἀντεχόμενοι τῆς ἰδίας μόνον ἀσφαλείας καὶ καραδοκοῦντες τὸ τοῦ πολέμου τέλος· Ἀργεῖοι δὲ πρέσβεις ἀποστείλαντες εἰς τὸ κοινὸν συνέδριον ἐπηγγέλλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι τῆς ἡγεμονίας συγχωρήσωσιν.