Ancient Greek · ~2 min
32.1 to 32.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 32.1-2
Not analysed yet
τοῦτον δὲ τὸν τρόπον ἐν τῇ φυγῇ τῶν βαρβάρων σχισθέντων, ὁμοίως καὶ τὸ τῶν Ἑλλήνων πλῆθος διεμερίσθη· Ἀθηναῖοι μὲν γὰρ καὶ Πλαταιεῖς καὶ Θεσπιεῖς τοὺς ἐπὶ Θηβῶν ὁρμήσαντας ἐδίωξαν, Κορίνθιοι δὲ καὶ Σικυώνιοι καὶ Φλιάσιοι καί τινες ἕτεροι τοῖς μετὰ Ἀρταβάζου φεύγουσιν ἐπηκολούθησαν, Λακεδαιμόνιοι δὲ μετὰ τῶν λοιπῶν τοὺς εἰς τὸ ξύλινον τεῖχος καταφυγόντας διώξαντες ἐπόρθησαν προθύμως. οἱ δὲ Θηβαῖοι δεξάμενοι τοὺς φεύγοντας καὶ προσαναλαβόντες ἐπέθεντο τοῖς διώκουσιν Ἀθηναίοις· γενομένης δὲ πρὸ τῶν τειχῶν καρτερᾶς μάχης, καὶ τῶν Θηβαίων λαμπρῶς ἀγωνισαμένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρʼ ἀμφοτέροις, τὸ δὲ τελευταῖον βιασθέντες ὑπὸ τῶν Ἀθηναίων, συνέφυγον πάλιν εἰς τὰς Θήβας.