Ancient Greek
34.1 to 34.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 34.1-2
Not analysed yet
ἐγένετο δὲ καὶ κατὰ τὴν Ἰωνίαν τοῖς Ἕλλησι μεγάλη μάχη πρὸς Πέρσας κατὰ τὴν αὐτὴν ἡμέραν τῇ περὶ τὰς Πλαταιὰς συντελεσθείσῃ, περὶ ἧς μέλλοντες γράφειν ἀναληψόμεθα τὴν ἀπʼ ἀρχῆς διήγησιν. Λεωτυχίδης γὰρ ὁ Λακεδαιμόνιος καὶ Ξάνθιππος ὁ Ἀθηναῖος ἡγούμενοι τῆς ναυτικῆς δυνάμεως, καὶ τὸν στόλον ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας ἀθροίσαντες εἰς Αἴγιναν, ἐν ταύτῃ διατρίψαντες ἡμέρας τινὰς ἔπλευσαν εἰς Δῆλον, ἔχοντες τριήρεις διακοσίας καὶ πεντήκοντα. ἐνταῦθα δʼ αὐτῶν ὁρμούντων ἧκον ἐκ Σάμου πρέσβεις ἀξιοῦντες ἐλευθερῶσαι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας.