Ancient Greek · ~3 min
34.4 to 34.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 34.4-5
Not analysed yet
οἱ δὲ περὶ τὸν Λεωτυχίδην παντὶ τῷ στόλῳ κεκοσμημένῳ προσπλεύσαντες τοῖς ἐν τῇ Μυκάλῃ βαρβάροις, ναῦν προαπέστειλαν ἔχουσαν κήρυκα τὸν μεγαλοφωνότατον τῶν ἐν τῷ στρατοπέδῳ. τῷ δὲ προσετέτακτο προσπλεῦσαι τοῖς πολεμίοις, καὶ μεγάλῃ τῇ φωνῇ κηρύξαι, διότι οἱ Ἕλληνες νενικηκότες τοὺς Πέρσας πάρεισι νῦν ἐλευθερώσοντες τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις. τοῦτο δʼ ἐποίησαν οἱ περὶ τὸν Λεωτυχίδην νομίζοντες τοὺς συστρατεύοντας τοῖς βαρβάροις Ἕλληνας ἀποστήσειν Περσῶν καὶ ταραχὴν ἔσεσθαι πολλὴν ἐν τῇ τῶν βαρβάρων στρατοπεδείᾳ· ὅπερ καὶ συνέβη γενέσθαι. τοῦ γὰρ κήρυκος προσπλεύσαντος ταῖς νενεωλκημέναις ναυσὶ καὶ κηρύξαντος τὰ προστεταγμένα, συνέβη τοὺς μὲν Πέρσας ἀπιστῆσαι τοῖς Ἕλλησι, τοὺς δʼ Ἕλληνας ἀλλήλοις συντίθεσθαι περὶ ἀποστάσεως.