Ancient Greek
35.1 to 35.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 35.1-2
Not analysed yet
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Κράτητος Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Φούριον Φοῦσον καὶ Μάνιον Παπίριον Κράσσον. ἐπὶ δὲ τούτων κατὰ τὴν Ἰταλίαν οἱ τοὺς Θουρίους οἰκοῦντες, ἐκ πολλῶν πόλεων συνεστηκότες, ἐστασίαζον πρὸς ἀλλήλους, ποίας πόλεως ἀποίκους δεῖ καλεῖσθαι τοὺς Θουρίους καὶ τίνα κτίστην δίκαιον ὀνομάζεσθαι. οἵ τε γὰρ Ἀθηναῖοι τῆς ἀποικίας ταύτης ἠμφισβήτουν, ἀποφαινόμενοι πλείστους οἰκήτορας ἐξ Ἀθηνῶν ἐληλυθέναι, οἵ τε Πελοποννήσιοι, πόλεις οὐκ ὀλίγας παρεσχημέναι παρʼ αὑτῶν εἰς τὴν κτίσιν τῶν Θουρίων, τὴν ἐπιγραφὴν τῆς ἀποικίας ἑαυτοῖς ἔφησαν δεῖν προσάπτεσθαι.