Ancient Greek · ~2 min
35.1 to 35.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 35.1-2-2
Not analysed yet
διόπερ οἱ Συρακόσιοι τοὺς φρονήσει διαφέροντας τῶν πολιτῶν εἵλοντο νομοθέτας, ὧν ἦν ἐπιφανέστατος Διοκλῆς. τοσοῦτο γὰρ τῶν ἄλλων διήνεγκε συνέσει καὶ δόξῃ, ὥστε τῆς νομοθεσίας ὑπὸ πάντων κοινῇ γραφείσης ὀνομασθῆναι τοὺς νόμους Διοκλέους. οὐ μόνον δὲ τὸν ἄνδρα τοῦτον ζῶντα ἐθαύμασαν οἱ Συρακόσιοι, ἀλλὰ καὶ τελευτήσαντα τιμαῖς ἡρωικαῖς ἐτίμησαν καὶ νεὼν ᾠκοδόμησαν δημοσίᾳ τὸν ὕστερον ὑπὸ Διονυσίου κατὰ τὴν τειχοποιίαν καθαιρεθέντα. ἐθαυμάσθη δὲ ὁ ἀνὴρ οὗτος καὶ παρὰ τοῖς ἄλλοις Σικελιώταις·