Ancient Greek · ~2 min
39.1 to 39.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 39.1-3-2
Not analysed yet
οὗτοι μὲν οὖν περὶ ταῦτα διέτριβον. Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος νυκτὸς μετὰ τοῦ στόλου παντὸς ἐκπλεύσας εἰς Ἑλλήσποντον ἐκομίζετο κατὰ σπουδήν, καὶ δευτεραῖος εἰς Σίγειον κατέπλευσεν. οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν, οὐκ ἀνέμειναν ἁπάσας τὰς παρὰ τῶν συμμάχων τριήρεις, τριῶν δὲ μόνον προσγενομένων αὐτοῖς, ἐδίωκον τοὺς Λακεδαιμονίους. ἐπεὶ δʼ ἦλθον εἰς Σίγειον, εὗρον τὸν μὲν στόλον ἐκπεπλευκότα, τρεῖς δὲ ναῦς ὑπολελειμμένας, ὧν εὐθέως ἐκυρίευσαν· καὶ μετὰ ταῦτʼ εἰς Ἐλεοῦντα καταπλεύσαντες τὰ περὶ τὴν ναυμαχίαν παρεσκευάζοντο.