Ancient Greek · ~3 min
39.4 to 39.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 39.4-3-5
Not analysed yet
Λακεδαιμόνιοι μὲν οὖν ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔταξαν τοὺς Συρακοσίους, ὧν Ἑρμοκράτης ἀφηγεῖτο, τὸ δʼ εὐώνυμον αὐτοὶ συνεπλήρουν Πελοποννήσιοι, Μινδάρου τὴν ἡγεμονίαν ἔχοντος. τῶν δʼ Ἀθηναίων ἐπὶ μὲν τὸ δεξιὸν ἐτάχθη Θράσυλλος, ἐπὶ δὲ τὸ εὐώνυμον Θρασύβουλος. καὶ τὸ μὲν πρῶτον ἔσπευδον ἀμφότεροι φιλοτιμούμενοι περὶ τοῦ τόπου, ὅπως μὴ τὸν ῥοῦν ἔχωσιν ἐναντίον. διὸ καὶ πολὺν χρόνον ἀλλήλους περιέπλεον, διακλείοντες τὰ στενὰ καὶ περὶ τῆς στάσεως τοπομαχοῦντες· μεταξὺ γὰρ Ἀβύδου καὶ Σηστοῦ τῆς ναυμαχίας γινομένης συνέβαινε τὸν ῥοῦν οὐ μετρίως ἐμποδίζειν ἐν στενοῖς τόποις. οὐ μὴν ἀλλʼ οἱ τῶν Ἀθηναίων κυβερνῆται πολὺ ταῖς ἐμπειρίαις προέχοντες πολλὰ πρὸς τὴν νίκην συνεβάλοντο.