Ancient Greek · ~2 min
4.5 to 4.6
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 4.5-6
Not analysed yet
τῶν μὲν οὖν Λακεδαιμονίων ἦσαν χίλιοι, καὶ σὺν αὐτοῖς Σπαρτιᾶται τριακόσιοι, τῶν δʼ ἄλλων Ἑλλήνων τῶν ἅμʼ αὐτοῖς συνεκπεμφθέντων ἐπὶ τὰς Θερμοπύλας τρισχίλιοι. ὁ μὲν οὖν Λεωνίδης μετὰ τετρακισχιλίων προῆγεν ἐπὶ τὰς Θερμοπύλας, Λοκροὶ δὲ οἱ πλησίον τῶν παρόδων κατοικοῦντες ἐδεδώκεσαν μὲν γῆν καὶ ὕδωρ τοῖς Πέρσαις, κατεπηγγελμένοι δʼ ἦσαν προκαταλήψεσθαι τὰς παρόδους· ὡς δʼ ἐπύθοντο τὸν Λεωνίδην ἥκειν εἰς Θερμοπύλας, μετενόησαν καὶ μετέθεντο πρὸς τοὺς Ἕλληνας.