Ancient Greek · ~3 min
Book XII, Chapter 40
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 40.6
Not analysed yet
μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις, ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς, εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε· Aristoph. Peace 603 ff. καὶ πάλιν ἐν ἄλλοις Περικλέης οὑλύμπιος ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα. Aristoph. Ach. 531-532 Εὔπολις δʼ ὁ ποιητής Πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν· οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις. Eupolis fr. 94, 11. 5-7(Kock)