Ancient Greek · ~2 min
Book XI, Chapter 42
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 42.1
Not analysed yet
ταῦτʼ οὖν διαλογισάμενος ἔκρινε φανερῶς μὲν τὴν ἐπιβολὴν μὴ λέγειν, ἀκριβῶς γινώσκων τοὺς Λακεδαιμονίους κωλύσοντας, ἐν ἐκκλησίᾳ δὲ διελέχθη τοῖς πολίταις ὅτι μεγάλων πραγμάτων καὶ συμφερόντων τῇ πόλει βούλεται γενέσθαι σύμβουλός τε καὶ εἰσηγητής, ταῦτα δὲ φανερῶς μὲν λέγειν μὴ συμφέρειν, διʼ ὀλίγων δὲ ἀνδρῶν ἐπιτελεῖν προσήκειν· διόπερ ἠξίου τὸν δῆμον δύο ἄνδρας προχειρισάμενον οἷς ἂν μάλιστα πιστεύσῃ, τούτοις ἐπιτρέπειν περὶ τοῦ πράγματος.