Ancient Greek · ~4 min
43.1 to 43.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 43.1-2-4
Not analysed yet
τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν ἦρχε Γλαύκιππος, ἐν δὲ τῇ Ῥώμῃ κατεστάθησαν ὕπατοι Μάρκος Κορνήλιος καὶ Λεύκιος Φούριος. περὶ δὲ τούτους τοὺς χρόνους Αἰγεσταῖοι κατὰ τὴν Σικελίαν σύμμαχοι γεγενημένοι τοῖς Ἀθηναίοις κατὰ Συρακοσίων, καταλυθέντος τοῦ πολέμου περιδεεῖς καθειστήκεισαν· ἤλπιζον γάρ, ὅπερ ἦν εἰκός, τιμωρίαν δώσειν τοῖς Σικελιώταις, ὑπὲρ ὧν εἰς αὐτοὺς ἐξήμαρτον. τῶν δὲ Σελινουντίων περὶ τῆς ἀμφισβητησίμου χώρας πολεμούντων αὐτούς, ἑκουσίως ἐξεχώρουν, εὐλαβούμενοι, μὴ διὰ ταύτην τὴν πρόφασιν οἱ Συρακόσιοι συνεπιλάβωνται τοῦ πολέμου τοῖς Σελινουντίοις, καὶ κινδυνεύσωσιν ἄρδην ἀπολέσαι τὴν πατρίδα. ἐπεὶ δʼ οἱ Σελινούντιοι χωρὶς τῆς ἀμφισβητησίμου πολλὴν τῆς παρακειμένης ἀπετέμοντο, τηνικαῦθʼ οἱ τὴν Αἴγεσταν οἰκοῦντες πρέσβεις ἀπέστειλαν εἰς Καρχηδόνα, δεόμενοι βοηθῆσαι καὶ τὴν πόλιν αὐτοῖς ἐγχειρίζοντες. καταπλευσάντων δὲ τῶν πεμφθέντων, καὶ τῇ γερουσίᾳ τὰς παρὰ τοῦ δήμου δεδομένας ἐντολὰς εἰπόντων, οὐ μετρίως διηπόρησαν οἱ Καρχηδόνιοι· ἅμα μὲν γὰρ ἐπεθύμουν παραλαβεῖν πόλιν εὔκαιρον, ἅμα δʼ ἐφοβοῦντο τοὺς Συρακοσίους, ἑωρακότες προσφάτως καταπεπολεμημένας τὰς τῶν Ἀθηναίων δυνάμεις.