# Βιβλιοθήκη Ἱστορική (Books 11-17) 43.2-5

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), 43.2 to 43.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-siculus/books-11-17/43.2

μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ Μεθώνην τῆς Λακωνικῆς, τήν τε χώραν κατέσυρε καὶ τῇ πόλει προσβολὰς ἐποιεῖτο. ἔνθα δὴ Βρασίδας ὁ Σπαρτιάτης, νέος μὲν ὢν τὴν ἡλικίαν, ἀλκῇ δὲ καὶ ἀνδρείᾳ διαφέρων, ὁρῶν τὴν Μεθώνην κινδυνεύουσαν ἐκ βίας ἁλῶναι, παραλαβών τινας τῶν Σπαρτιατῶν διὰ μέσου τῶν πολεμίων ἐσκεδασμένων ἐτόλμησε διεκπερᾶσαι, καὶ πολλοὺς ἀνελὼν παρεισέπεσεν εἰς τὸ χωρίον. γενομένης δὲ πολιορκίας, καὶ τοῦ Βρασίδου λαμπρότατα κινδυνεύσαντος, Ἀθηναῖοι μὲν οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν ἀπεχώρησαν πρὸς τὰς ναῦς, Βρασίδας δὲ διασεσωκὼς τὴν Μεθώνην διὰ τῆς ἰδίας ἀρετῆς καὶ ἀνδρείας ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Σπαρτιάταις. διὰ δὲ τὴν ἀνδραγαθίαν ταύτην φρονηματισθείς, πολλάκις ἐν τοῖς ὕστερον χρόνοις παραβόλως ἀγωνιζόμενος μεγάλην δόξαν ἀνδρείας ἀπηνέγκατο. Ἀθηναῖοι δὲ περιπλεύσαντες εἰς τὴν Ἠλείαν τήν τε χώραν ἐπόρθουν καὶ Φειὰν χωρίον Ἠλείων ἐπολιόρκουν. ἐκβοηθησάντων δὲ τῶν Ἠλείων, μάχῃ τε ἐνίκησαν καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων εἷλον τὰς Φειὰς κατὰ κράτος. μετὰ δὲ ταῦτα τῶν Ἠλείων πανδημεὶ παραταξαμένων ἀπεκρούσθησαν εἰς τὰς ναῦς· εἶτʼ ἀποπλεύσαντες εἰς τὴν Κεφαλληνίαν, καὶ τοὺς ταύτην κατοικοῦντας εἰς τὴν συμμαχίαν προσαγαγόμενοι, τὸν εἰς τὰς Ἀθήνας πλοῦν ἐποιήσαντο.

---

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), ed. C. H. Oldfather, Charles L. Sherman, C. Bradford Welles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0060.tlg001.local001/.
