# Βιβλιοθήκη Ἱστορική (Books 11-17) 44.3-2-8

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), 44.3 to 44.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-siculus/books-11-17/44.3-2

μέλλων δὲ μέγαν ἐξεγείρειν πόλεμον, ταῖς κατὰ τὴν νῆσον πόλεσι φιλανθρώπως προσεφέρετο, τὴν εὔνοιαν αὐτῶν ἐκκαλούμενος. τοὺς δὲ παρὰ τὸν πορθμὸν κατοικοῦντας Ῥηγίνους τε καὶ Μεσσηνίους ὁρῶν ἱκανὴν δύναμιν ἔχοντας συντεταγμένην, εὐλαβεῖτο μήποτε τῶν Καρχηδονίων διαβάντων εἰς Σικελίαν ἐκείνοις πρόσθωνται· οὐ μικρὰν γὰρ αἱ πόλεις αὗται ῥοπὴν εἶχον, ὁποτέροις εἰς τὸν πόλεμον συμμαχήσειαν. ἃ δὴ λίαν ἀγωνιῶν ὁ Διονύσιος, τοῖς Μεσσηνίοις ἔδωκε πολλὴν τῆς ὁμόρου χώραν, ἰδίους αὐτοὺς κατασκευάζων ταῖς εὐεργεσίαις· πρὸς δὲ Ῥηγίνους ἀπέστειλε πρεσβευτάς, παρακαλῶν ἐπιγαμίαν ποιήσασθαι καὶ δοῦναι τῶν πολιτικῶν παρθένων αὐτῷ μίαν συμβιώσασθαι· ἐπηγγέλλετο δʼ αὐτοῖς πολλὴν τῆς συνοριζούσης χώρας κατακτήσεσθαι, τὴν πόλιν δʼ αὐξήσειν ἐφʼ ὅσον ἂν αὐτὸς ἰσχύῃ. τῆς γὰρ γυναικὸς αὐτοῦ, θυγατρὸς δʼ Ἑρμοκράτους, κατὰ τὴν ἀπόστασιν τῶν ἱππέων ἀνῃρημένης, ἔσπευδε τεκνοποιήσασθαι, διαλαμβάνων τῇ τῶν γεννηθέντων εὐνοίᾳ βεβαιότατα τηρήσειν τὴν δυναστείαν. οὐ μὴν ἀλλʼ ἐν τῷ Ῥηγίῳ συναχθείσης περὶ τούτων ἐκκλησίας, καὶ πολλῶν ῥηθέντων λόγων, ἔδοξε τοῖς Ῥηγίνοις μὴ δέξασθαι τὴν ἐπιγαμίαν. Διονύσιος δʼ ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς, περὶ τῶν αὐτῶν ἀπέστειλε τοὺς πρεσβευτὰς πρὸς τὸν δῆμον τῶν Λοκρῶν. ὧν ψηφισαμένων τὴν ἐπιγαμίαν, ἐμνήστευεν ὁ Διονύσιος Δωρίδα τὴν Ξενέτου θυγατέρα, κατʼ ἐκεῖνον τὸν χρόνον ὄντος ἐνδοξοτάτου τῶν πολιτῶν. ὀλίγαις δʼ ἡμέραις πρὸ τῶν γάμων ἀπέστειλεν εἰς Λοκροὺς πεντήρη πρῶτον νεναυπηγημένην, ἀργυροῖς καὶ χρυσοῖς κατασκευάσμασι κεκοσμημένην· ἐφʼ ἧς διακομίσας τὴν παρθένον εἰς τὰς Συρακούσας εἰσήγαγεν εἰς τὴν ἀκρόπολιν. ἐμνηστεύσατο δὲ καὶ τῶν πολιτικῶν τὴν ἐπισημοτάτην Ἀριστομάχην, ἐφʼ ἣν ἀποστείλας λευκὸν τέθριππον ἤγαγεν εἰς τὴν ἰδίαν οἰκίαν.

---

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), ed. C. H. Oldfather, Charles L. Sherman, C. Bradford Welles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0060.tlg001.local001/.
