Ancient Greek · ~4 min
45.2 to 45.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 45.2-5
Not analysed yet
οἱ δʼ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐκ ἐτόλμων, συνεχόμενοι δʼ ἐντὸς τῶν τειχῶν ἐνέπεσον εἰς λοιμικὴν περίστασιν· πολλοῦ γὰρ πλήθους καὶ παντοδαποῦ συνερρυηκότος εἰς τὴν πόλιν διὰ τὴν στενοχωρίαν εὐλόγως εἰς νόσους ἐνέπιπτον, ἕλκοντες ἀέρα διεφθαρμένον. διόπερ οὐ δυνάμενοι τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας, πάλιν ναῦς πολλὰς ἐξέπεμπον εἰς Πελοπόννησον στρατηγὸν ἐπιστήσαντες Περικλέα. οὗτος δὲ πολλὴν χώραν τῆς παραθαλαττίου δῃώσας καί τινας πόλεις πορθήσας, ἐποίησεν ἀπελθεῖν ἐκ τῆς Ἀττικῆς τοὺς Λακεδαιμονίους. μετὰ δὲ ταῦθʼ οἱ Ἀθηναῖοι, τῆς μὲν χώρας δεδενδροκοπημένης, τῆς δὲ νόσου πολλοὺς διαφθειρούσης, ἐν ἀθυμίᾳ καθειστήκεσαν, καὶ τὸν Περικλέα νομίζοντες αἴτιον αὐτοῖς γεγονέναι τοῦ πολέμου διʼ ὀργῆς εἶχον. διόπερ ἀποστήσαντες αὐτὸν τῆς στρατηγίας, καὶ μικράς τινας ἀφορμὰς ἐγκλημάτων λαβόντες, ἐζημίωσαν αὐτὸν ὀγδοήκοντα ταλάντοις. μετὰ δὲ ταῦτα πρεσβείας ἀποστείλαντες Λακεδαιμονίοις ἠξίουν καταλύσασθαι τὸν πόλεμον· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἠναγκάζοντο πάλιν τὸν Περικλέα στρατηγὸν αἱρεῖσθαι. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.