Ancient Greek
45.9 to 45.10
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 45.9-2-10
Not analysed yet
ὁπότε γὰρ αἱ τριήρεις εἰς ἐμβολὴν ἐπιφέροιντο, τηνικαῦτα οἱ κυβερνῆται πρὸς αὐτὴν τὴν τοῦ καιροῦ ῥοπὴν ἐπέστρεφον τὰς ναῦς πραγματικῶς, ὥστε τὰς πληγὰς γίνεσθαι κατʼ ἐμβολήν. οἱ μὲν οὖν ἐπιβάται θεωροῦντες πλαγίας τὰς ἑαυτῶν ναῦς συνεπιφερομένας ταῖς τῶν πολεμίων τριήρεσι, περιδεεῖς ἐγίνοντο, περὶ σφῶν ἀγωνιῶντες· ὁπότε δʼ οἱ κυβερνῆται ταῖς ἐμπειρίαις ἐκκρούσειαν τὰς ἐπιφοράς, πάλιν ἐγίνοντο περιχαρεῖς καὶ μετέωροι ταῖς ἐλπίσιν.