Ancient Greek · ~2 min
48.2 to 48.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 48.2-3
Not analysed yet
Λακεδαιμόνιοι δʼ ἑτέρας ναῦς ἐξέπεμψαν εἰς τὰς Πάτρας. αὗται δὲ προσλαβόμεναι τὰς ἐκ τῆς ναυμαχίας περιλελειμμένας τριήρεις ἠθροίσθησαν εἰς τὸ Ῥίον· εἰς τὸν αὐτὸν δὲ τόπον καὶ τὸ πεζὸν στρατόπεδον τῶν Πελοποννησίων κατήντησε καὶ πλησίον τοῦ στόλου κατεστρατοπέδευσε. Φορμίων δὲ τῇ προγεγενημένῃ νίκῃ φρονηματισθεὶς ἐτόλμησεν ἐπιθέσθαι ταῖς πολεμίαις ναυσὶν οὔσαις πολλαπλασίαις· καί τινας αὐτῶν καταδύσας καὶ τῶν ἰδίων ἀποβαλὼν ἀμφίδοξον ἔσχε τὴν νίκην. μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων εἴκοσι τριήρεις, οἱ Λακεδαιμόνιοι φοβηθέντες ἀπέπλευσαν εἰς τὴν Κόρινθον, οὐ τολμῶντες ναυμαχεῖν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.