Ancient Greek
51.1 to 51.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 51.1-4
Not analysed yet
τῶν δὲ Ἀθηναίων περὶ ταῦτα γινομένων Μίνδαρος ὁ τῶν Λακεδαιμονίων ἀφηγούμενος αὐτὸς μὲν πρὸς Ἀλκιβιάδην ὑπὲρ τῶν ἀφελκομένων νεῶν διηγωνίζετο, Κλέαρχον δὲ τὸν Σπαρτιάτην μετὰ μέρους τῶν Πελοποννησίων ἀπέστειλε πρὸς τοὺς περὶ Θρασύβουλον· συναπέστειλε δʼ αὐτῷ καὶ τοὺς παρὰ Φαρναβάζῳ στρατευομένους μισθοφόρους. ὁ δὲ Θρασύβουλος μετὰ τῶν ἐπιβατῶν καὶ τῶν τοξοτῶν τὸ μὲν πρῶτον εὐρώστως ὑπέστη τοὺς πολεμίους, καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ τῶν ἰδίων ἑώρα πίπτοντας· τῶν δὲ μετὰ τοῦ Φαρναβάζου μισθοφόρων κυκλούντων τοὺς Ἀθηναίους καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων, ἐπεφάνη Θηραμένης τούς τε ἰδίους καὶ τοὺς μετὰ Χαιρέου ἄγων πεζούς. οἱ δὲ μετὰ τοῦ Θρασυβούλου καταπεπονημένοι καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἀπεγνωκότες πάλιν ἐξαίφνης ταῖς ψυχαῖς διηγείροντο τηλικαύτης βοηθείας παραγεγενημένης. ἐπὶ πολὺν δὲ χρόνον καρτερᾶς μάχης γενομένης, τὸ μὲν πρῶτον οἱ τοῦ Φαρναβάζου μισθοφόροι φεύγειν ἤρξαντο, καὶ τὸ συνεχὲς ἀεὶ τῆς τάξεως παρερρήγνυτο· τέλος δὲ οἱ Πελοποννήσιοι μετὰ Κλεάρχου καταλειφθέντες καὶ πολλὰ δράσαντες καὶ παθόντες ἐξεώσθησαν.