Ancient Greek · ~4 min
51.6 to 51.8
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 51.6-8
Not analysed yet
περὶ δὲ τῶν νεῶν ἡρωικὴν συστησάμενος μάχην, καὶ πρὸ πάντων αὐτὸς κινδυνεύων, πολλοὺς μὲν ἀνεῖλε τῶν ἀντιτεταγμένων, τὸ δὲ τελευταῖον ἀξίως τῆς πατρίδος ἀγωνισάμενος ὑπὸ τῶν περὶ τὸν Ἀλκιβιάδην ἀνῃρέθη. τούτου δὲ πεπτωκότος οἵ τε Πελοποννήσιοι καὶ πάντες οἱ σύμμαχοι συνέδραμον καὶ καταπλαγέντες εἰς φυγὴν ὥρμησαν. οἱ δʼ Ἀθηναῖοι μέχρι μέν τινος ἐπεδίωξαν τοὺς πολεμίους, πυνθανόμενοι δὲ τὸν Φαρνάβαζον μετὰ πολλῆς ἵππου κατὰ σπουδὴν ἐπειγόμενον, ἀνέκαμψαν ἐπὶ τὰς ναῦς, καὶ τὴν μὲν πόλιν παρέλαβον, δύο δὲ τρόπαια κατέστησαν ἀφʼ ἑκατέρας νίκης, τὸ μὲν τῆς ναυμαχίας ἐν τῇ νήσῳ τῇ Πολυδώρου καλουμένῃ, τὸ δὲ τῆς πεζομαχίας οὗ τὴν τροπὴν ἐποιήσαντο τὴν πρώτην. οἱ μὲν οὖν ἐν τῇ πόλει Πελοποννήσιοι καὶ πάντες οἱ διαφυγόντες ἐκ τῆς μάχης ἔφυγον ἐπὶ τὸ τοῦ Φαρναβάζου στρατόπεδον· οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ τῶν τε νεῶν ἁπασῶν ἐγκρατεῖς ἐγενήθησαν καὶ πολλοὺς μὲν αἰχμαλώτους, ἀναρίθμητον δὲ πλῆθος λαφύρων ἤθροισαν, ὡς ἂν δύο δυνάμεις ἅμα τηλικαύτας νενικηκότες.