# Βιβλιοθήκη Ἱστορική (Books 11-17) 52.2-7

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), 52.2 to 52.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-siculus/books-11-17/52.2

οἱ δὲ Λακεδαιμόνιοι ὡς ἤκουσαν τὴν περὶ Κύζικον αὐτοῖς γενομένην συμφοράν, πρέσβεις ἐξέπεμψαν εἰς Ἀθήνας ὑπὲρ εἰρήνης, ὧν ἦν ἀρχιπρεσβευτὴς Ἔνδιος. ἐξουσίας δʼ αὐτῷ δοθείσης παρελθὼν συντόμως καὶ λακωνικῶς διελέχθη· διόπερ ἔκρινα μὴ παραλιπεῖν τοὺς ῥηθέντας λόγους. βουλόμεθα πρὸς ὑμᾶς ἄγειν εἰρήνην, ἄνδρες Ἀθηναῖοι, καὶ τὰς μὲν πόλεις ἔχειν ἃς ἑκάτεροι κρατοῦμεν, τὰ δὲ φρούρια τὰ παρʼ ἀλλήλοις καταλῦσαι, τῶν δʼ αἰχμαλώτων λυτροῦντες ἀνθʼ ἑνὸς Ἀθηναίου λαβεῖν ἕνα Λάκωνα. οὐ γὰρ ἀγνοοῦμεν τὸν πόλεμον ἀμφοτέροις μὲν βλαβερόν, πολὺ δὲ μᾶλλον ὑμῖν. παραπέμψαντες δὲ τὸν ἐμὸν λόγον ἐκ τῶν πραγμάτων μάθετε. ἡμεῖς μὲν ἅπασαν τὴν Πελοπόννησον γεωργοῦμεν, ὑμεῖς δὲ βραχὺ μέρος τῆς Ἀττικῆς· καὶ Λάκωσι μὲν ὁ πόλεμος πολλοὺς συνέθηκε συμμάχους, Ἀθηναίων δὲ τοσούτους ἀφείλατο ὅσους τοῖς πολεμίοις ἔδωκε· καὶ ἡμῖν μὲν ὁ πλουσιώτατος τῶν κατὰ τὴν οἰκουμένην βασιλέων χορηγός ἐστι τοῦ πολέμου, ὑμῖν δὲ οἱ πενιχρότατοι τῶν κατὰ τὴν οἰκουμένην· διόπερ οἱ μὲν ἡμέτεροι κατὰ τὸ μέγεθος τῶν μισθῶν προθύμως στρατεύονται, οἱ δὲ ὑμέτεροι, τὰς εἰσφορὰς ἀπὸ τῶν ἰδίων διδόντες οὐσιῶν, ἅμα καὶ τὰς κακοπαθείας φεύγουσι καὶ τὰς δαπάνας. ἔπειθʼ ἡμεῖς μὲν κατὰ θάλατταν πολεμοῦντες σκάφεσι πολιτικοῖς μόνον κινδυνεύομεν, ὑμεῖς δὲ πολίτας ἔχετε τοὺς πλείστους ἐν ταῖς ναυσίν. τὸ δὲ μέγιστον, ἡμεῖς μὲν κἂν κρατηθῶμεν ἐν τοῖς κατὰ θάλατταν πράγμασι, τήν γε κατὰ γῆν ἡγεμονίαν ὁμολογουμένως ἔχομεν· οὐδὲ γὰρ οἶδε τὸ φυγεῖν πεζὸς Σπαρτιάτης· ὑμεῖς δὲ τῆς θαλάττης ἐκβληθέντες οὐχ ὑπὲρ ἡγεμονίας πεζῆς, ἀλλʼ ὑπὲρ ἀναστάσεως ἀγωνιᾶτε. καταλείπεταί μοι διδάξαι, πῶς τοσαῦτα καὶ τηλικαῦτα πλεονεκτοῦντες ἐν τῷ πολεμεῖν εἰρήνην ἄγειν παρακαλοῦμεν. ἐγὼ δʼ ὠφελεῖσθαι μὲν ἐκ τοῦ πολεμεῖν οὔ φημι τὴν Σπάρτην, βλάπτεσθαι μέντοι γε ἔλαττον τῶν Ἀθηναίων. ἀποπλήκτων δὲ εὐδοκεῖν συνατυχοῦντας τοῖς πολεμίοις, παρὸν μηδʼ ὅλως ἀτυχίας λαβεῖν πεῖραν· οὐ τοσαύτην γὰρ ἡ τῶν πολεμίων ἀπώλεια φέρει χαράν, ἡλίκην ἔχει λύπην ἡ τῶν ἰδίων ταλαιπωρία.

---

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), ed. C. H. Oldfather, Charles L. Sherman, C. Bradford Welles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0060.tlg001.local001/.
