Ancient Greek · ~4 min
54.2 to 54.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 54.2-5
Not analysed yet
ἐν τούτοις τήν τε δύναμιν διεκόμιζε καὶ τὰ πρὸς τὰς πολιορκίας μηχανήματα καὶ βέλη καὶ τὴν ἄλλην παρασκευὴν ἅπασαν. περαιωθεὶς δὲ μετὰ τοῦ στόλου τὸ Λιβυκὸν πέλαγος, κατέπλευσε τῆς Σικελίας ἐπὶ τὴν ἄκραν τὴν ἀπέναντι τῆς Λιβύης, καλουμένην Λιλύβαιον· καθʼ ὃν δὴ χρόνον τῶν Σελινουντίων τινὲς ἱππέων περὶ τοὺς τόπους διατρίβοντες, καὶ τὸ μέγεθος τοῦ καταπλέοντος στόλου θεασάμενοι, ταχέως τοῖς πολίταις τὴν τῶν πολεμίων παρουσίαν ἐδήλωσαν. καὶ οἱ μὲν Σελινούντιοι τοὺς βιβλιαφόρους παραχρῆμα πρὸς τοὺς Συρακοσίους ἀπέστειλαν, δεόμενοι βοηθεῖν· ὁ δʼ Ἀννίβας ἐκβιβάσας τὴν δύναμιν κατεστρατοπέδευσεν, ἀρξάμενος ἀπὸ τοῦ φρέατος, ὃ κατʼ ἐκείνους μὲν τοὺς καιροὺς ὠνομάζετο Λιλύβαιον, μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσι πρὸς αὐτῷ κτισθείσης πόλεως αἴτιον ἐγενήθη τῇ πόλει τῆς ἐπωνυμίας. εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους, ὡς δὲ Τίμαιός φησιν, οὐ πολλῷ πλείους τῶν δέκα μυριάδων. τὰς μὲν οὖν ναῦς ἐν τῷ περὶ Μοτύην κόλπῳ πάσας ἐνεώλκησε, βουλόμενος ἔννοιαν διδόναι τοῖς Συρακοσίοις, ὡς οὐ πάρεστιν ἐκείνοις πολεμήσων οὐδὲ ναυτικῇ δυνάμει παραπλεύσων ἐπὶ Συρακούσας·