Ancient Greek · ~2 min
54.3 to 54.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 54.3-2-4
Not analysed yet
ἐπινεμηθείσης δὲ τῆς φλογὸς ἐπὶ πολὺν τόπον, καὶ τοῦ πυρὸς ἀκατασχέτου γενηθέντος, τῶν μὲν παραβοηθούντων στρατιωτῶν ὀλίγοι διεφθάρησαν, τῶν δʼ ἵππων οἱ πλεῖστοι ταῖς σκηναῖς συγκατεκαύθησαν. καὶ Διονύσιος μὲν ἐδῄου τὴν χώραν οὐδενὸς ὑφισταμένου, Λεπτίνης δʼ ὁ ναύαρχος περὶ Μοτύην διατρίβων ἐπετήρει τὸν τῶν πολεμίων κατάπλουν. οἱ δὲ Καρχηδόνιοι πυθόμενοι τὸ μέγεθος τῆς τοῦ Διονυσίου δυνάμεως, ἔκριναν πολὺ ταῖς παρασκευαῖς αὐτὸν ὑπερθέσθαι.